ΧΡΙΣΤΟΣ ΓΕΝNΑΤΑΙ - ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ - ΜΕΓΑΛΥΝΟΝ
α' Χριστὸς γεννᾶται· δοξάσατε.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί·
ὅτι δεδόξασται.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί·
ὅτι δεδόξασται.
May Peace come on Earth in Love and True Light! Γένοιτο! m.l.p.
Μεγαλυνάρια Χριστουγέννων Α΄Ήχος - Ελληνική Βυζαντινή Χορωδία
Δεύτε Ίδωμεν Πιστοί, Τί θαυμάζεις Μαριάμ
Δημοσιεύτηκε στις 17 Σεπ 2014
Δεῦτε
ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει
ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν,
ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις
λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου,
ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός, πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς, ηὐδόκησεν, ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὢν, ὃ οὐκ ἦν δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ Π. ΑΘΑΝΑΣΙΟΣ THE VIRGIN TODAY
Δημοσιεύτηκε στις 7 Δεκ 2014
Η Παρθένος σήμερον,
τον προαιώνιον Λόγον,
εν σπηλαίω έρχεται,
αποτεκείν απορρήτως.
Χόρευε, η οικουμένη ακουτισθείσα,
δόξασον, μετά Αγγέλων και των ποιμένων,
βουληθέντα εποφθήναι,
Παιδίον νέον, τον προ αιώνων Θεόν.
Η Παρθένος σήμερον,
τον υπερούσιον τίκτει,
και η γη το σπήλαιον,
τω απροσίτω προσάγει.
Άγγελοι, μετά Ποιμένων δοξολογούσι,
Μάγοι δε, μετά Αστέρος οδοιπορούσι,
δι’ ημάς γαρ εγεννήθη,
Παιδίον νέον, ο προ αιώνων Θεός.
τον προαιώνιον Λόγον,
εν σπηλαίω έρχεται,
αποτεκείν απορρήτως.
Χόρευε, η οικουμένη ακουτισθείσα,
δόξασον, μετά Αγγέλων και των ποιμένων,
βουληθέντα εποφθήναι,
Παιδίον νέον, τον προ αιώνων Θεόν.
Η Παρθένος σήμερον,
τον υπερούσιον τίκτει,
και η γη το σπήλαιον,
τω απροσίτω προσάγει.
Άγγελοι, μετά Ποιμένων δοξολογούσι,
Μάγοι δε, μετά Αστέρος οδοιπορούσι,
δι’ ημάς γαρ εγεννήθη,
Παιδίον νέον, ο προ αιώνων Θεός.